Add parallel Print Page Options

12 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς [a]λαλεῖν· Ἀμπελῶνα [b]ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ [c]τῶν καρπῶν τοῦ ἀμπελῶνος· [d]καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· [e]κἀκεῖνον [f]ἐκεφαλίωσαν καὶ [g]ἠτίμασαν. [h]καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, [i]οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες. ἔτι [j]ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν [k]ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοὶ [l]πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες [m]ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. [n]τί ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 λαλεῖν WH Treg NIV ] λέγειν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:1 ἄνθρωπος ἐφύτευσεν WH NIV ] ἐφύτευσεν ἄνθρωπος Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:2 τῶν καρπῶν WH Treg NIV ] τοῦ καρποῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:3 καὶ WH Treg NIV ] Οἱ δὲ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 κἀκεῖνον WH Treg NIV ] + λιθοβολήσαντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἐκεφαλίωσαν WH NIV ] ἐκεφαλαίωσαν Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:4 ἠτίμασαν WH NIV ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 καὶ WH Treg NIV ] + πάλιν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:5 οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NIV ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἕνα … ἀπέστειλεν WH Treg NIV ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:6 ἔσχατον πρὸς αὐτοὺς WH Treg NIV ] πρὸς αὐτοὺς ἔσχατον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:7 πρὸς ἑαυτοὺς εἶπαν WH Treg NIV ] εἶπον πρὸς ἑαυτοὺς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:8 ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NIV ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:9 τί WH ] + οὖν Treg NIV RP